Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 800
Not analysed yet
806. ταῦτʼ οὖν: ἀντὶ τοῦ τοῦτο, ἤγουν τὸ ἀκυρῶσαι καὶ μὴ πληρῶσαι τὸν θεῖον νόμον, αἰσχρὸν καὶ ἄδικον ἡγησάμενος, ἐντράπηθί με. I. ἅπερ εἶπον, διανοηθεὶς ὅτι εἰσὶν αἰσχρὰ καὶ κακὰ τὰ παρʼ ἐκείνου πραχθέντα. Fl. 6. 25. ταῦτʼ οὖν, ἅπερ σοι λέγω, θέμενος ἐν αἰσχρῳ, ἤγουν ἐν αἰσχύνῃ, αἰδέσθητί με, ποῦ μὲν καὶ διὰ τὸν νόμον αὐτὸν, ποῦ δὲ καὶ διότι ὑπάρχω μὴ ἔχουσα τινὰ ἕτερον εἰς βοήθειαν. Fl. 59. ἅπερ λέγω, τὸ κτείνειν τοὺς ξένους καὶ τῶν θεῶν ἱερὰ κινεῖν. Gu. ἐν αἰσχρῷ θέμενος: ἤγουν αἰσχυνθείς. Gr.