Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 801
Not analysed yet
807. ὡς γραφεύς τʼ ἀποσταθείς: ὡς ζωγράφος ἀπωτέρω στὰς κατανοεῖ τὰς εἰκόνας, εἰ καλῶς ἐγράφησαν, οὕτω καὶ σύ με ἄθρησον, οἵοις κακοῖς περιέπεσον. τὸ δὲ ἴδου βαρυτονεῖται, ῥῆμα ὄν· ἐπίρρημα δὲ, ὀξύνεται. B. I. ἀποσταθείς: τὸ σταθείς οὐ πρὸς τὸν Ἀγαμέμνονα νοητέον, ἀλλὰ πρὸς τὸ γραφεύς, οὕτω· καὶ ἰδοῦ με καὶ ἀνάθρησον, οἷα ἔχω κακὰ, ὥσπερ γραφεὺς τὴν εἰκόνα βλέπει, σταθεὶς ἄπο, ἵνα μὴ πλησίον ὢν διαχεθείη τοὺς ὀφθαλμοὺς καὶ οὐ κατάληψιν ἀκριβῆ ποιήσαιτο. οἱ δὲ πρὸς τὸν Ἀγαμέμνονα τὸ σταθείς λέγοντες οὐ μόνον εὐήθεις εἰσὶν, ἀλλὰ καὶ τὸν Εὐριπίδην συμπαραλαμβάνουσι μετʼ αὐτῶν. πῶς γὰρ οὐκ ἠλίθιός τις, λέγων σταθεὶς ἄπο, ὦ Ἀγάμεμνον, ὥσπερ γραφεύς. Gu. I. ἀποσταθείς: τοῦτο ποιοῦσιν οἱ ζωγράφοι· ἡ αἴσθησις γὰρ ἀπρακτεῖ τῇ ἄκρα ἐγγύτητι, ὡς τῷ λίαν πόρρω. Gr.