Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 855
Not analysed yet
864. —867. φεῦ, οὐκ ἔστι θνητῶν: ταῦτά φησιν, ἐπειδὴ ἐν ἐξουσία ὗν ὁ Ἀγαμέμνων οὐ δύναται αὐτῇ χάριν παρασχεῖν, ὑφορώμενος τοὺς Ἕλληνας. B. M. I. φεῦ, οὐκ ἔστι: οὐκ ἔστιν ὅστις ἀπὸ τῶν θνητῶν ἐστιν ἐλεύθερος, ἀντὶ τοῦ ὅστις οὐκ ἔστι δοῦλος· ἢ γὰρ δοῦλός ἐστι χρημάτων |κατὰ κοινοῦ], ἤγουν φιλοχρήματος, ἢ δοῦλος, κατὰ κοινοῦ, τύχης καὶ εὐτυχίας, ἢ τὸ πλῆθος, ἤγουν ὁ δῆμος τῆς πόλεως, ἢ αἱ γραφαὶ τῶν νόμων, ἤτοι αἱ νομικαὶ διατάξεις, κωλύουσιν αὐτὸν μὴ χρῆσθαι τοῖς νόμοις κατὰ γνώμην καὶ κατὰ θέλησιν. 1. οὐκ ἔστι τις ἀπὸ τῶν θνητῶν ὅστις ὑπάρχει ἀκαταδούλωτος· ἢ χρημάτων γὰρ δοῦλός ἐστιν, ἤγουν ὁ ἐπιθυμῶν χρημάτων δουλοῦται καὶ οὐ πράττει εἴ τι βούλεται, ἀλλʼ ὅσον παρὰ τοῦ δεσπότου αὐτὸν προσταχθῇ· καὶ λέγεται ἐκεῖνος δοῦλος χρημάτων· διὰ γὰρ τὰ χρήματα ἐδουλώθη. ἢ τῆς τύχης ἐστὶ δοῦλος, ὡς καὶ ἡ Ἑκάβη, πρότερον δέσποινα οὖσα, ὕστερον ὑπὸ τῆς τύχης ἐγένετο δούλη. καὶ λέγεται τοῦτο δοῦλος τύχης, ὅστις κακοπραγεῖ. ἢ ἐστὶ δοῦλος τοῦ πλήθους, ὡς ὁ βασιλεύς. καὶ νῦν ὁ Ἀγαμέμνων βασιλεὺς ὢν ὅμως φοβεῖται τὸ πλῆθος τὸ βοηθῆσαι τὴν Ἑκάβην καὶ φονεῦσαι τὸν Πολυμήστορα· οὐ γὰρ δύναται βασιλεὺς πρᾶξαί τι, μὴ θέλοντος τοῦ κοινοῦ· ὁ γὰρ τυχῶν ἄνθρωπος ἕνα μόνον φοβεῖται, τὸν βασιλέα, ὁ δὲ βασιλεὺς οὐχ ἔνα μόνον, ἀλλὰ τὸ πλῆθος. Fl. 59. ἀστοχήσασα ἡ Ἑκάβη τοῦ ζητουμένου καθόλου γνωματευομένη ποιεῖται τὸν λόγον, ὡς πάντες οἱ ἄνθρωποι δεδούλωνταί τισι καὶ οὐκ εἰσὶν ἐλεύθεροι, ὥστε πράττειν τὰ κατὰ βούλησιν. Gr.