Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 856
Not analysed yet
865. ἢ χρομάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης: δοῦλος τύχης ἐστὶν ὁ ὑπὸ τύχης ἀναγκαζόμενος δουλεύειν. Ἄλλως. τύχης: εὐτυχίας εὐδαίμονος ἀνδρός· τῇ γὰρ εὐτυχίᾳ τῶν μειζόνων δουλεύομεν. οὕτως τινές. οὐ τῆς θείας οὖν τύχης φησὶν, ἀλλὰ τῆς μερικῆς καὶ ἐν ἀνδράσιν ὁρωμένης. B. M. τῷ ὄχλῳ δὲ τὸ πλέον νέμεις, ἀντὶ τοῦ τὰ κεχαρισμένα τοῖς Ἕλλησι πράττεις. B. δοῦλος πᾶς ἐστιν ἐκείνου τοῦ πράγματος οὗ ἥττων ἐστὶ, καὶ πράττει τὰ ἀρέσκοντα ἐκείνῳ. Gr. ἢ τύχης: τύχη λέγεται κυρίως, ὅταν ἄλλο ἐνεργῇ τις, εἶτα ἄλλο συμβῇ. τύχαι γὰρ παρʼ Ἕλλησι καὶ αἱ ταπειναὶ τάξεις τῶν ἀνθρώπων καὶ ὑποτεταγμέναι, καὶ αἱ ὑψηλαὶ καὶ ἐπικρατοῦσαι. ἀπὸ τῆς τύχης γὰρ ἐνόμιζον ταῦτα γίνεσθαι τοῖς ἀνθρώποις, οὐκ ἀπὸ εὐβουλίας τε καὶ κακοβουλίας. ἐνταῦθα κατὰ τὸ δεύτερον σημαινόμενον λέγεται, ἤγουν ἢ χρημάτων γάρ ἐστι δοῦλος, ἢ τύχης ἐστὶ δοῦλος, τουτέστιν ὑψηλοτέρας τινός τάξεως καὶ ἐπικρατούσης. δίαφέρει δὲ ἡ τύχη τοῦ αὐτομάτου τῷ τὴν μὲν τύχην εἶναι τοῦτο ὅπερ εἴρηται, τὸ δὲ αὐτόματον, ὅταν γένηταί τι μηδενὸς ἄλλου ἐνεργοῦντος. δοῦλος δὲ τύχης ἐστὶν ὁ ἀναγκαζόμενος δουλεύειν τῇ τῶν κρειττόνων εὐτυχίᾳ. Gr. I.