Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 87
Not analysed yet
85. οὔποτʼ ἐμὰ φρήν: οὔποτε, φησὶν, ἡ ἐμὴ φρὴν οὕτω φρίσσει. εἶτα ἐπάγει ἀλίαστος, ἤγουν ἄφυκτος, τουτέστιν, ὃ φοβεῖται ἡ ἐμὴ φρὴν, οὐ δύναται τοῦτο φυγεῖν. τὸ ταρβεῖ δὲ ταυτὸν τῷ φρίσσει. ἢ οὔποτε ὁ ἐμὸς λογισμὸς ταρβεῖ, ὡς ἔξω φόβων καὶ κακῶν εἶναι. B. Gu. I. οὔποτ’: φησὶν ἡ Ἑκάβη ὅτι οὐδέποτε δεδίττω τι καὶ γίνομαι ἄφυκτος ἐκείνου. Ἄλλως. οὐδέποτε ἡ ἐμὴ ψυχὴ ἀχώριστος μένει φόβου, τουτέστιν, ἀεὶ ἐν κακοῖς εἰμί. Fl. 25. οὐδέποτε, φησὶν, ἡ ἐμὴ ψυχὴ ἢ ἡ ἐμὴ διάνοια ὧδε φόβου ἀχώριστός ἐστιν, ἀλλʼ ἀεὶ τρέμει καὶ φοβεῖται. οἱονεὶ ὅτι φοβοῦμαι καὶ ὑπονοῶ λέγεται. Fl. 33. ἀλίαστος: ἀμετακίνητος. A. ἀνέκφευκτος· ἀπὸ τοῦ λιάζω τὸ ἐκφεύγω, τουτέστιν, οὐδέποτε ἐκφεύγει ἡ δειλία ἀπὸ τῆς ἐμῆς ψυχῆς. Fl. 25. ἀμέτοχος. Fl. 17. ἤρεμος, ἀτάραχος. Gr.