Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 88
Not analysed yet
86. φρίσσει, ταρβεῖ: θαυμάζει, δειμαίνει. Fl. 21. τὸ μὲν φρίσσει καὶ ταρβεῖ ταυτόν ἐστιν· ὁ δὲ νοῦς, οὐδέποτε ἡ ἐμὴ ψυχὴ ἀχώριστος φόβου μένει, τουτέστιν ἐν κακοῖς ἀεὶ μένει. ἢ οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ὑπονοεῖ τι καὶ τούτου ἀχώριστος γίνεται. ἢ, οὐδέποτε ἀχώριστος φόβου ἡ ἐμὴ ψυχὴ γίνεται. τινὲς οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ φρίσσει καὶ φοβεῖταί τι ἢ ὑπονοεῖ καὶ τούτου ἀχώριστος γίνεται, οἷον, εἴ τι φοβοῦμαι καὶ ὑπονοῶ, τοῦτο καὶ γίνεται. A. M.