Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 879
Not analysed yet
888—897. ἀλλʼ ὡς γενέσθαι: ἀλλὰ πῶς χρὴ γενέσθαι, τόνδε μὲν τὸν λόγον ἄφες· παράπεμψον δὲ χάριν ἐμοῦ τήνδε τὴν γυναῖκα διὰ τοῦ στρατοῦ ἀκινδύνως. καὶ σὺ, ὦ γύναι, πλησιάσασα τῷ φίλῳ τῷ Θρμκὶ, λέξον· καλεῖ σε ἡ Ἑκάβη ἡ ποτὲ ἄνασσα τῆς Τροίας, διὰ χρείαν σὴν μᾶλλον ἢ ἐκείνης, καὶ παῖδας, καλεῖ δηλονότι, ὅτι δεῖ γινώσκειν καὶ τὰ τέκνα τοὺς ἀπʼ ἐκείνης λόγους. τὸν δὲ τάφον, ἤτοι τὴν ταφὴν τῆς νεοσφαγοῦς Πολυξένης, καρτέρησον, ὦ Ἀγάμεμνον, ἵνα οὗτοι οἱ ἀδελφοὶ, ἡ διπλῆ φροντὶς ἐμοὶ, ἐν μιᾷ φλογὶ κρυφθῆτον, ἀντὶ τοῦ ἐν τῇ χθονὶ πλησίον ἀλλήλων δηλονότι. I. ἀλλʼ ὡς γενέσθαι: μέλλει. B. ἀλλʼ ὥστε μὲν γενέσθαι τὴν τιμωρίαν τοῦ Πολυμήστορος, ἄφες τὸν περὶ τούτου λόγον. Fl. 59. διχῶς νοητέον] τοῦτο· ἀλλʼ ὡς χρὴ γενέσθαι, ἢ πῶς χρὴ γενέσθαι, μέθες τόνδε τὸν λόγον ἐμοί· ἢ ἀλλʼ ὡς ἤγουν οὕτως γενέσθαι τοῦτο, ὡς ἐκεῖνο τῶν γυναικῶν. Fl. 21.