Ancient Greek · ~10 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 878
Not analysed yet
887. καὶ Λῆμνον ἄρδην: ἐν Λήμνῳ γυναῖκες ἐτέλουν ἑορτὴν ἐτήσιον τῇ Ἀφροδίτῃ. ἐπεὶ οὖν ποτὲ καταφρονήσασαι τῆς θεοῦ ἀπέλιπον τὸ ἔθος, ὀργισθεῖσα ἡ Ἀφροδίτη ἐνέβαλεν αὐταῖς δυσοδμίαν, ὡς μὴ δύνασθαι τοὺς αὐτῶν ἄνδρας αὐταῖς πλησιάσαι. αἱ δὲ νομίσασαι ὑπὸ τῶν ἀνδρῶν καταφρονεῖσθαι τούτους πάντας ἀπέκτειναν. Gu. I. Αἱ Λήμνιαι μὴ τιμῶσαι τὴν Ἀφροδίτην, καθὰ καὶ αἱ ἄλλαι γυναῖκες, ὀργισθεῖσα ἡ θεὰ δέδωκεν αὐταῖς δυσωδίαν εἴς τε τὴν αἰδὼ καὶ εἰς τὸ στόμα. ἦσαν τοίνυν μισούμεναι παρὰ τῶν ἀνδρῶν αὐτῶν. ἐκεῖναι δὲ αὐτοῖς μὴ συγκοιταζόμεναι μετὰ τῶν ἀνδρῶν αὐτῶν ἐμίσησαν αὐτοὺς καὶ ἀπέκτειναν. Fl. 59. ἔθος ἦν τοῖς Λημνίοις κατʼ ἔτος θύειν τῇ Ἀφροδίτῃ. παριδόντες οὖν τὸ τοιοῦτον ἐτήσιον ἔθος σχεδὸν οὐ μνήμην ἐποίουν αὐτῆς. αὕτη οὖν ὀργισθεῖσα ἐπέβαλε ταῖς γυναιξὶν αὐτῶν δυσωδίαν, διʼ ἣν οἱ ἄνδρες αὐτὰς ἀπεστρέφοντο. αἱ δὲ ὀργισθεῖσαι ἀνεῖλον τοὺς ἑαυτῶν ὁμευνέτας. μόνη δὲ Ὑψιπύλη ἔσωσε τὸν ἑαυτῆς ἄνδρα Θόαντα. τούτου οὖν ἀναμιμνήσκουσα τὸν Ἀγαμέμνονα ἡ κάβη δηλοῖ ὅτι οὐκ ἔστι δυσκατόρθωτον τὸ τοὺς ἄνδρας ὑπὸ γυναικῶν φονεῦσαι. Fl. 33. καὶ Λῆμνον ἄρδην: ὁ Δίδυμος οὕτως· Πελασγοὶ ἐπιθέμενοι ποτὲ ταῖς Ἀθήναις πολλοὺς τῶν ἐξ Ἀθηνῶν ἁρπάσαντες ἤγαγον εἰς Λῆμνον, ἐν οἷς καὶ γυναῖκας Ἀττικὰς, αἷς καὶ παλλακίσι χρησάμενοι ἔσχον παῖδας· σὓς αἱ μητέρες τήν τε πάτραν γλῶσσαν καὶ τὰ ἔθη ἐδίδαξαν. οἱ δὲ συνήρχοντο τότε ἀλλήλοις, καὶ εἴ τις τύπτοι τινὰ αὐτῶν, ἐβοήθουν ἅπαντες. καὶ τέλος ἄρχοντα ἴδιον ποιήσαντες παρώξυναν τοὺς Πελασγοὺς οὕτως· ὥστε ἐκείνην ἀνελεῖν τε τοὺς παῖδας ἅπαντας καὶ Ἀττικὰς πάσας γυναῖκας. καὶ μετὰ ταῦτα καὶ αἱ Λήμνιαι γυναῖκες τοὺς σὺν Θόαντι πάντας ἀπέκτειναν. διʼ ἀμφότερα ταῦτα ἡ παροιμία ἐδόθη, τὰ Λήμνια κακά. B. M. I. καὶ Λῆμνον: οἱ Πελασγοὶ Ἀθήνας εἷλον στρατεύσαντες κατʼ αὐτῶν, καὶ γυναῖκας εἰς Λῆμνον ἤγαγον καὶ χρησάμενοι ἐπαιδοποίησαν. αἱ δὲ τὴν πάτριον φωνὴν τοὺς παῖδας καὶ τὰ ἔθη ἐπαίδευσαν· οἳ καὶ διῆγον φίλοι τε ἀλλήλοις ὄντες καὶ ἀμυνόμενοι τοὺς ἀδικοῦντας, προκρίναντες καὶ ἄρχοντα ἐξ αὐτῶν ἕνα. ἐφʼ οἷς ἀγανακτήσαντες οἱ πατέρες αὐτούς τε καὶ τὰς μητέρας ἀνεῖλον. ὅθεν φοβηθεῖσαι αἱ περιλειφθεῖσαι Λημνιάδες μὴ καὶ αὐταὶ τὰ ὅμοια σπάθωσιν ἀνεῖλον πάντας τοὺς ἄνδρας. ἐξ ἀμφοῖν οὖν ἡ παροιμία ἐλέχθη Λήμνια κακὰ, ἐξ ὧν τε οἱ ἄνδρες μετὰ παίδων τὰς γυναῖκας ἀνεῖλον καὶ ἐξ ὥν αἱ γυναῖκες τοὺς ἄνδρας. Gu. Λήμνιαι γυναῖκες ὑπερφερεῖς οὖσαι τῷ κάλλει ἐπήρθησαν κατ' Ἀφροδίτης. χολωθεῖσα οὖν ἐκείνη ἐμβάλλει ταῖς σαρξὶ τούτων δυσωδίαν, διʼ ἢν ὑπὸ τῶν ἀνδρῶν ἀπεστρέφοντο. ὅθεν καὶ ἐμπεσοῦσαι μιᾷ τῶν νυκτῶν ἀναιροῦσιν ἅπαντας ὀλίγων πάντη φεισάμενοι γονῆς χάριν. Gr. ἄρδην: παντελῶς, ὁμοῦ. Fl. 9. 17. 21. 56. 59. 76. παντελῶς. ἐπὶ κακοῦ κεῖται τὸ ἄρδην ἀεί ποτε. Gr. ἐξῴκισαν: ἐξοικισθῆναι ἐποίησαν, ἐξῳκισμένους ἐποίησαν. Gu.