Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 882
Not analysed yet
892. σὸν οὐκ ἔλασσον: ἀντὶ τοῦ μᾶλλον, ἵνα ᾖ διὰ σὸν μᾶλλον χρέος ἤπερ ἐκείνης. B. ὄφελος. B. κείνης χρέος: μὴ λάβῃς εἰς τὸ χρέος ἔξωθεν τὸ διά, ἀλλʼ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ σέ, οὕτω· καλεῖ σε ἡ Ἑκάβη χρέος καὶ χρείαν σοὶ οὐκ ἔλασσον ἢ ἐκείνῃ, ἤγουν εἰ ἀφίξῃ, σαυτῷ οὐκ ἔλασσον ἢ ἐκείνῃ ὑπάρξεις χρεία. ὥσπερ γὰρ φαμὲν, καλῶ τὸν δεῖνα ἑαυτῷ βοήθειαν οὐχ ἧττον ἢ ἐμοὶ, οὕτω καὶ τοῦτο· δέον δὲ εἰπεῖν σοί, σὸν εἶπε πρὸς τὸ χρέος. Gu. I. διὰ χρέος καὶ χρείαν οὐκ ἔλασσον σὴν, ἀντὶ τοῦ μᾶλλον σὴν παρὸ διὰ χρείαν ἐκείνης. Fl. 59. ἀντὶ τοῦ μᾶλλον, ἵνʼ ᾖ, διὰ σοῦ μᾶλλον χρέος ἢ διὰ ἐκείνην. Fl. 33.