Ancient Greek · ~4 min
883 to 886
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 883-886
Not analysed yet
893. καὶ παῖδας: σὺ δὲ κάλεσον καὶ τοὺς παῖδας ὡς ὅτι δεῖ καὶ τοὺς ἐξ ἐκείνης παῖδας εἰδέναι τοὺς ἡμετέρους λόγους. B. 895. ἐπίσχες :καρτέρησον. Gr. ἀνάμεινον, κράτησον, κώλυσον. Gu. καρτέρησον, ἀντὶ τοῦ ἀναβαλοῦ τὴν ταφὴν αὐτῆς. M. Fl. 56. 59. 896. ὡς τώδʼ ἀδελφώ: δυικῶς τοὺς ἀδελφούς. ὅπως τοὺς ἐμοὺς παῖδας τόν τε Πολύδωρον καὶ τὴν Πολυξένην εἰς μίαν πυρκαϊὰν ἐμβαλοῦσα τῆς ἐμῆς μερίμνης θάψω. Ἄλλως. ἵνα οὗτοι οἱ δύο ἀδελφοὶ πλησίον μιᾷ φλογὶ κρυφθῶσι χθονί. μέριμναι δὲ ἀλγηδόνες τῆς μητρός. B. πλησίον: ἀλλήλων τεθέντες δηλονότι. Gr. μιᾶ φλογί: καυθέντες. Gr. 897. κρυφθῆτον: οἱ Ἀττικοὶ ἐκρύφθην γράφουσιν, οἱ δὲ πεζογράφοι ἐκρύβην. ἵνα οἱ δύο ἀδελφοὶ καυθῶσιν ἐν μιᾷ φλογὶ καὶ ταφῶσιν ἐν ἑνὶ τάφῳ. ἐν διπλῇ δὲ μερίμνῃ ὑπάρξουσι τῇ μητρὶ, ἤγουν δύο μερίμνας μέλλω ἔχειν, τοῦ τε Πολυδώρου καὶ τῆς Πολυξένης, εἰ καὶ ἑνὶ τάφῳ κρυφθῶσιν. Fl. 59.