Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 887
Not analysed yet
898. —904. ἔστω τάδε: οὕτως, ὡς λέγεις, δηλονότι. καὶ γὰρ, εἰ μὲν ἦν τῷ στρατῷ καιρὸς πλοῦ, οὐκ ἂν εἶχόν σοι δοῦναι τὴν δωρεὰν ταύτην. νῦν δὲ —οὐ γὰρ ἀφίησιν ὁ Ποσειδῶν πνοὰς ἐπιτηδείας— ἀνάγκη προσκαρτερεῖν προσδοκῶντας πλοῦν ἥσυχον. εἴθε δὲ γένοιτο κατά τινα τρόπον, πραχθῆναι δηλονότι τὰ κατὰ σὲ, εὗ καὶ καλῶς· καὶ ἑνὶ ἑκάστῳ καὶ πόλει καταθύμιον τόδε· λέγω τὸ τὸν μὲν κακὸν πάσχειν κακὸν, τὸν δὲ χρηστὸν εὐτυχεῖν. I.