Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 89
Not analysed yet
87. τοῦ ποτε θείαν: ἀρίστην, τοῦ ἐμοῦ υἱοῦ τοῦ μάντεος ψυχήν. Fl. 21. ἄρα μαντικὴν, τουτέστι τὸν Ἕλενον· ἔζη γάρ. Fl. 6. 56. 59. Gr. τουτέστι τὸν Ἕλενον. ἀπὸ τοῦ κρείττονος μέρους αὐτὸν ὀνομάζει, ὥσπερ καὶ ἡμεῖς ἀντὶ τοῦ τὸν δεῖνα εἰπεῖν τὴν ἱερὰν λέγομεν κεφαλήν. Fl. 59. ὁ Ἕλενος καὶ ἡ Κασάνδρα μαντικοὶ ἦσαν, διʼ ὃ λέγει, ποῦ μοι ὁ Ἕλενος καὶ ἡ θεία αὐτοῦ ψυχὴ, καὶ ἡ Κασάνδρα, ἵνα μοι κρίνωσι τοὺς ὀνείρους. Fl. 33. ποῦ ποτε θείαν Ἑλένου ψυχάν: ἔζη γὰρ Ἕλενος, καὶ ὡς μέν τινες ἱστοροῦσιν, ηὐτομόλησεν, ὡς δέ τινες, ὑπὸ τῶν πολεμίων ἐλήφθη. ὁ δὲ νοῦς, ποῦ μοι ἄρα ἡ τοῦ Ἑλένου ψυχὴ καὶ ἡ μαντικὴ Κασάνδρα. περιφραστικῶς δὲ εἶπε ποῦ μοι ἄρα ὁ Ἕλενος καὶ ἡ Κασάνδρα, ἵνα μοι ὡς μάντεις ὄντες κρίνωσι τοὺς ὀνείρους. A. M. Ἑλένου ψυχάν: Ἑλένου καὶ Κασάνδρας ἐν ναῷ Ἀπόλλωνος ὄντων, ἐλθόντες ὄφεις, καὶ τὰ αὐτῶν περιλείξαντες ὦτα, οὕτως ὀξυηκόους εἰργάσαντο ὡς μόνους τὰς τῶν θεῶν ἀκούειν βουλὰς καὶ μάντεις ἄκρους εἶναι. εἶπε δὲ τὸ ψυχὴν Ἑλένου, ἐπειδὴ τεθνηκὼς ἦν, Κασάνδραν δὲ καὶ οὐ Κασάνδρας, ἐπειδὴ ζῶσα ἦν. B. I. Κασάνδρας: τὴν θείαν ψυχήν. Fl. 59. τῆς ἐμῆς θυγατρός. Fl. 21. ἐσίδω: θεάσω. Fl. 6. θεάσομαι. Gr. ὄψομαι. Fl. . 21. οὐκ εἶπεν ὄψομαι ὁριστικῶς, ἀλλ᾿ ἐσίδω ὑποτακτικῶς· ἀεὶ γὰρ τὰ ἀπορηματικὰ, τουτέστι τὰ ἀπορίαν ἐμφαίνοντα, ὑποτακτικοῖς συντάσσονται, οἷον τίς γένωμαι, καὶ πῆ τράπωμαι. B. Gu. I.