Ancient Greek · ~3 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 906
Not analysed yet
918. θυσίαν: Δωρικόν· ἂς ἐποιεῖτο τοῖς θεοῖς εἰς ἐλευθερίαν. Gu. ἔθος ἦν μετὰ ἀπαλλαγὴν λοιμοῦ καὶ πολέμου ᾄδειν τοῖς θεοῖς εὐχαριστήρια, καὶ θύειν αὐτοῖς, καὶ ἐν χαρᾷ διάγειν, καὶ ᾄδεῖν παιᾶνας. τοῦτο δὴ καὶ οἱ Τρῶες ἐποίησαν νομίσαντες ὅτι οἱ Ἕλληνες ἔφυγον καὶ τοῦ πολέμου ἔπαυσαν. λέγει γοῦν ὁ χορόςʼ ὁπηνίκα τοῦ πολέμου ἔπαυσαν, καὶ διεσκορπίσθη μετὰ τοὺς δείπνους ὁ ὕπνος ἐν τοῖς ὀφθαλμοῖς. μετὰ γὰρ τοῦ ἀρίστου ἔρχεται καὶ ὁ ὕπνος ἀπὸ τῆς ὑγρότητος τῶν βρωμάτων. καταπαύσας δὲ ὁ ἀνήρ μου ἀπὸ τῶν ὕμνων τῶν θεῶν καὶ τῶν χαροποιῶν θυσιῶν, ὧν τοῖς θεοῖς ἔθυον τοῦ 20 πολέμου ἀπαλλαγέντες, ἔκειτο ἐν τοῖς θαλάμοις. Fl. 59.