Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 907
Not analysed yet
919. ἔκειτο: τὸ ἑξῆς, πόσις ἐν θαλάμοις ἔκειτο ναυτῶν οὐκέθʼ ὁρῶν ὅμιλον, ξυστὸν δʼ ἐπὶ πασσάλῳ ἔκειτο. ἀπὸ κοινοῦ γὰρ τὸ ἔκειτο. B. M. τὸ ἔκειτο πρὸς τὸ ναύταν οὐκέθʼ ὁρῶν ὅμιλον συναπτέον· τὸ δὲ ξυστὸν δʼ ἐπὶ πασσάλῳ διὰ μέσου. λάμβανε δὲ εἰς· τὸ πασσάλῳ ἢ ἔκειτο ἀπὸ κοινοῦ, ἢ ὑπῆρχεν, καὶ μὴ ὥσπερ τινὲς τῶν ἀμαθῶν τὸ ἔθηκεν, αἰτιατικὴν τὸ ξυστὸν λογιζόμενοι. Gu. I. ἐν θαλάμοις: ἐν τοῖς οἴκοις ἀμέριμνος. Fl. 17. 59. κοίταις. Fl. 21.