Ancient Greek · ~12 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 920.1
Not analysed yet
934. λιποῦσα Δωρὶς ὡς κόρα: Δοῦρις ἐν τῷ β΄ τῶν Ὥρῶν γράφει οὕτως “κατὰ δὲ τοῦτον τὸν χρόνον ὑπὸ Αἰγινητῶν Ἀθηναῖοι κατὰ θάλατταν ὀχλούμενοι πέμπουσι πεζοὺς εἰς τὴν νῆσον ὑπολαμβάνοντες, ἂν φθάσωσι πεζοὺς ἀποβιβάσαντες, πολλὰ βλάψαι τὴν Αἴγιναν. οἱ δὲ ἐπεξελθόντες, ἔτυχον γὰρ αὐτοῖς προσκαταπεπλευκότες τῶν Σπαρτιατῶν τινὲς, τοὺς Ἀθηναίους ἀπαντῶντας ἀπέκτειναν πλὴν ἑνός. τοῦτον δὲ ἀπέστειλαν ἀπαγγελοῦντα. τὸν δὲ, ὡς ἦλθεν, περιέστησαν αἱ τῶν τεθνεώτων γυναῖκες αἱ μὲν ἐρωτῶσαι τοὺς ἄνδρας τί γεγόνασιν, αἱ δὲ τοὺς υἱοὺς, αἱ δὲ τοὺς ἀδελφούς. ἐτύγχανον δὲ φοροῦσαι κατ᾿ ἐκεῖνον τὸν χρόνον Δωρίδα στολήν. τὰς περόνας οὖν ἀπὸ τῶν ὤμων ἑλκυσάμεναι τὸν ἄνθρωπον πρῶτον ἐξετύφλωσαν, εἶτα ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι μεγάλην ἡγήσαντο συμφορὰν τὸ γενόμενον πάθος. ἔδοξε δὲ αὐτοῖς περιελέσθαι τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς περιέστησαν, οὐ φυλακὴν τῆς ἀμπεχόνης. πάντων δὲ ἰδιαίτατον συνέβαινεν ἐπὶ τῶν Ἀθηναίων. οἱ μὲν γὰρ κόμας ἐφόρουν, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἦσαν χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ἐν τῇ Δωρίδι στολῇ, διόπερ καὶ εἰς ἡμᾶς πολλοὶ τοὺς ἀχίτωνας δωριάζειν ἔφασαν.” M. Δωρὶς ὡς κόρα: αἱ Λακεδαιμόνιαι κόραι διημερεύουσιν ἄζωστοι καὶ ἀχίτωνες, ἱματίδιον ἔχουσαι πεπορπημένον ἐφʼ ἑκατέρου τῶν ὤμων. καὶ Καλλίμαχος ἔσκεν ὅτʼ ἄζωστος χἀτερόπορπος ἔτι. καὶ τῶν ἐν ταῖς ἀρχαίαις γραφαῖς οὐκ ὀλίγα οὕτως ἔσταλται. καὶ δωριάζειν τὸ γυμνουμένας φαίνεσθαι τὰς γυναῖκας. Ἀνακρέων “ἐκδῦσα χιτῶνα δωριάζειν.” B. M. I. Ἄλλως. ὑπὸ Αἰγινητῶν πειρατευόμενοι Ἀθηναῖοι στρατιὰν κατʼ αὐτῶν ἀποστέλλουσιν. οἱ δὲ ἄμα Σπαρτιάταις ἅπαντας ἀπέκτειναν. εἷς δὲ σωθεὶς ὑπέστρεψεν ἄγγελος, ὃν ὑπαντήσασαι τῶν τεθνεώτων αἱ γυναῖκες ἀφελόμεναι τὰς περόνας τῶν ὤμων καὶ τυφλώσασαι πρῶτον ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι δεινὸν ἡγησάμενοι περιεῖλον τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς ἐχρήσαντο, οὐ φυλακὴν τῆς ἀμπεχόνης, αὐτοί τε ἐκόμων, αἱ δὲ γυναῖκες ἐκείροντο. καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἤσαν οἱ χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ἐν ταῖς Δωρικαῖς στολαῖς. διὸ καὶ εἰς ἡμᾶς τὰς ἀχίτωνας δωριάζειν ἔφασαν. B. M. I. Δωρὶς ὡς κόρα: Λακεδαιμονία. Gr. Μονεμβασιώτισσα. Gu. αἱ Δωρίδες κόραι ἐρχόμεναι εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος ἐνθουσιῶσαι μετὰ ἑνὸς μόνον χιτῶνος ἤρχοντο. λιποῦσα δὲ καὶ καταλείψασα τὰ φίλια λέχη, ἤγουν τὴν στρωμνὴν αὐτὴν, ἐπεὶ ἀνεπαύετο (καλεῖ ταῦ- οὕτως ἢ διὰ τὸ ἡδονικὸν τῆς μίξεως· ἐπάνω γὰρ ταύτης ἐσυνουσιάζετο·) καταλείψασα τὰ φίλια λέχη μονόπεπλος μονοχίτων μετὰ τοῦ ἐπικαμυνοῦ μόνον ἔφυγον εἰς τὴν Ἄρτεμιν, ἤγουν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος· ἐν γὰρ καιρῷ σκυλεύσεως οὐ προστρέχομεν ἀλλαχόθι, εἰ μὴ ἐν τοῖς ναοῖς. τὸ αὐτὸ καὶ ἐκεῖναι φοβούμεναι προσέδραμον εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος καὶ τῶν ἄλλων θεῶν, ὡς ὁ Πρίαμος καὶ οἱ ἕτεροι. Ἢ ἄλλως. ὡς κόρη Δωρὶς μονοχίτων προσκαθίσασα εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος καὶ τῶν ἄλλων θεῶν, ὡς καὶ ὁ Πρίαμος καὶ οἱ ἕτεροι. Ἢ ἄλλως. ὡς κόρη Δωρὶς μονοχίτων προσκαθίσασα εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος, οὕτως καὶ ἐγὼ ἔδραμον ἐν τοῖς ναοῖς. οὐκ ἤνυσα δὲ, ἤγουν οὐκ ἐτελείωσά τι, οὐχ εὗρον σωτηρίαν, ἀλλ’ ἀπεσπάσθην τῶν ἐκεῖσε, ὡς αἰχμάλωτος. Fl. 59.