Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 936
Not analysed yet
953. —967. ὦ φίλτατʼ ἀνδρῶν: ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, καὶ σὺ, ὦ Ἑκάβη φιλτάτη, δακρύω εἰσορῶν σε τήν τε σὴν πόλιν καὶ τὴν θυγατέρα σου τὴν θανοῦσαν πρὸ ὀλίγου. φεῦ (θαυμαστικὸν) οὐκ ἔστιν οὐδὲν πιστὸν καὶ βέβαιον, οὕτε εὐδοξία καὶ εὐημερία οὔτε εὑτυχοῦντά τινα μὴ δυστυχήσειν. φύρουσι δὲ καὶ ταράττουσιν αὐτὰ οἱ θεοὶ εἰς τοὐπίσω καὶ ἔμπροσθεν, ἐντιθέντες σύγχυσιν, ἵνα ἀγνοίᾳ τοῦ μέλλοντος σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τὰ κακὰ κατὰ τί δεῖ θρηνεῖν, ἐμὲ δηλονότι, οὐδαμῶς προκόπτοντα καὶ προερχόμενα εἰς τὸ ἔμπροσθεν τῶν κακῶν, ὅ ἐστιν, οὐ κατόπιν ὄντα τὰ κακά. σὺ δὲ εἰ κατά τι μέμφῃ ἐμοὶ ἕνεκα τῆς ἀποδημίας, ἐπίσχες, σαυτὴν δηλονότι· ἐτύγχανον μὲν ἀποδημῶν ἐν τῷ μέσῳ τῶν τῆς Θρᾴκης ὁρίων, ὅτε ἦλθες ὧδε. ἐπεὶ δὲ ἦλθον, αἴροντί μοι καὶ κινοῦντι, τὸν πόδα ἔξω τῶν δωμάτων, εἰς ταυτὸν, ἤτοι ὁμοῦ, συμπίτνει καὶ συναντᾷ ἡ δούλη σου αὕτη, ἀπαγγέλλουσα ἀγγελίας, ὧν ἀκούων ἀφικόμην. I.