Ancient Greek · ~6 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 937
Not analysed yet
952. —961. ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε: ἔρχεται Πολυμήστωρ ἀκούσας ὅτι καλεῖ σε ἡ Ἑκάβη καὶ ἀνακαλεῖται τεθνηκότα τὸν Πρίαμον. B. ἐλθών ὁ Πολυμήστωρ πρὸς τὴν Ἑκάβην, πρὸς μὲν τὸν Πρίαμον ὡς ἀπόντα λέγει μόνον, ὦ φίλτατε Πρίαμε, δίχα τοῦ σύ, πρὸς δὲ τὴν Ἑκάβην ὡς ζῶσαν χρῆται καὶ τῷ σύ, καὶ θρηνεῖ αὐτήν τε ὡς δούλην καὶ τὴν πόλιν αὐτῆς ὡς ἁλοῦσαν, καὶ τὴν νεοσφαγῆ Πολυξένην, εἶτα γνωματευόμενος λέγει· οὐκ ἔστιν οὐδὲν βέβαιον, οὕτε εὐτυχία, οὔτε, ἐὰν εὐτυχῇ τις, ἡ κατʼ ἐκεῖνον εὐτυχία ἀεὶ παραμένει, ἀλλὰ τῆς μεταβολῆς τῶν πραγμάτων αἰτίους ἡγεῖται τοὺς θεούς. φύρειν γὰρ καὶ ἑνοῦν αὐτὰ τούτους φησὶ, καὶ τὸν πλούσιον εἰς τὸ ὄπισθεν ἄγειν, πένητα καθιστῶντας —τοῦτο γάρ ἐστι τὸ πάλιν —τὸν δὲ πένητα εἰς τὸ πρόσθεν φέρειν, ἤγουν πρὸς εὐπορίαν καὶ πλοῦτον, ποιοῦντας τῶν πραγμάτων σύγχυσιν, ἵνα τούτων ἐν ἀδήλῳ καθεστώτων μὴ προσέχωμεν αὐτοῖς, ὡς μεταβαλλομένοις, ἀλλὰ τοὺς θεοὺς σεβόμενοι αἰτῶμεν τὰ ἀγαθὰ καὶ ἡμῖν συμφέροντα. τὸ δὲ “ἀλλὰ ταῦτα μὲν τί δεῖ θρηνεῖνʼ οὐχ, ὡς οἴονταί τινες, συντακτέον, συνάπτοντες τὸ ταῦτα πρὸς τό κακῶν, καὶ οὕτω συντάσσοντες. τὸ ἀληθὲς τῆς συντάξεως οὕτως ἔχει· δυσχεράνας γὰρ ὁ Πολυμήστωρ ἄνωθεν πρὸς τὸ ἀβέβαιον τῶν πραγμάτων, καὶ τούτων τὴν αἰτίαν ἀναθεὶς τοῖς θεοῖς, νῦν φησιν, ἀλλὰ ταῦτα, ἅπερ εἶπον, τί δεῖ θρηνεῖν οὐδὲν καὶ οὐδαμῶς προκόπτοντα καὶ προχωροῦντα εἰς τὸ ἔμπροσθεν τῶν κακῶν, τουτέστιν οὐχ ὑπερβαίνοντα τὰ κακὰ καὶ μεταβαλλόμενα, ἀλλʼ ἀεὶ κακὰ τυγχάνοντα. τὸ γὰρ μεταβάλλεσθαί τινα ἀπὸ κακοῦ πρὸς καλὸν ἔμπροσθεν τοῦ κακοῦ φαμὲν γίνεσθαι. Gu. I.