Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 952
Not analysed yet
968. —975. αἰσχύνομαί σε προσβλέπειν: ὦ Πολυμῆστορ, αἰσχύνομαι βλέπειν πρὸς σὲ κατὰ πρόσωπον, κειμένη ἐν τοιαύταις δυστυχίαις· σοὶ γὰρ, ᾦτινι ὤφθην εὐτυχοῦσα, αἰδοῦμαι ὀφθῆναι δηλονότι, ὑπάρχουσα ἐν ταύτῃ τῇ δυστυχίᾳ, ὅπου εἰμὶ νῦν, καὶ οὐκ ἂν δυναίμην βλέπειν πρὸς σὲ ὀφθαλμοῖς ὀρθῶς ἀτενίζουσιν. ἀλλʼ αὐτὸ μὴ νομίσῃς ἔχθραν σου, ὦ Πολυμῆστορ· ἄλλως τε καὶ νόμος αἴτιόν τι, λέγω τὸ μὴ βλέπειν γυναῖκας κατὰ πρόσωπον ἀνδρῶν. I.