Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΕΚΑΒΗΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) 953
Not analysed yet
968. αἰσχύνομαί σε: τῇ μὲν ἀληθεία οὐ θέλει αὐτὸν ὁρᾶν μισοῦσα, ὡς φονεύσαντα τὸν υἱὸν, προφασίζεται δὲ διὰ τὴν δυστυχίαν ἐρυθριᾶν. ἐπεὶ οὖν εἶπεν, οὐ δύναμαί σε προσβλέπειν ὀρθαῖς κόραις, τὴν ὑποψίαν αὐτοῦ περιελεῖν βούλεται εἰποῦσα μὴ δύσνοιαν ἡγήσῃ σέθεν. B. M. αἰδοῦμαι, ἐντρέπομαι. B. οὗτοι οἱ στίχοι λέγονται ἐσχηματισμένοι, οἵτινες τῷ μὲν φαινομένῳ κατʼ ἀληθὲς ὁμιλοῦνται, τῷ δὲ νοουμένῳ λέγονται ἐσχηματισμένως. ἡ Ἑκάβη γοῦν τῷ μὲν φαινομένῳ πρὸς τὸν Πολυμήστορα διαλεγομένη ὡς αἰχμάλωτος λέγει· αἰδοῦμαι προσβλέπειν σε, Πολυμῆστορ, κατὰ πρόσωπον, ἐν τοιούτοις κειμένη κακοῖς· αἰδὼς γὰρ καὶ ἐντροπὴ ἔχει ἐμὲ ὑπάρχουσαν ἐν τοιαύτῃ δυστυχίᾳ τὴν πρώην οὖσαν βασιλίδα, καὶ αἰδὼς ἔχει ἐμὲ κατὰ κοινὸν βλέπειν, ᾦτινι ὤφθην εὐτυχοῦσα, ἤγουν σοι, καὶ οὐ δύναμαι προσβλέπειν σε ἐν ὀρθοῖς ὀφθαλμοῖς. Fl. 59. τὸ αἰσχύνεσθαι ἐπὶ μεγάλοις αἰτιάμασίν ἐστιν, τὸ αἰδεῖσθαι ἐν μικροῖς. Gr. ἐναντίον: ἀντιπρόσωπον. Gr. ἔμπροσθεν, ἄντικρυς. Gu. ἢ ἔμπροσθεν, ἢ τὸν ἐχθρόν. B.