Ancient Greek
ΕΚΑΒΗ
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) II..1
Not analysed yet
Μετὰ τὴν Τροίας ἅλωσιν ἄραντες οἱ Ἕλληνες καθωρμίσθησαν ἐν τῇ ἀντιπέραν Χερρονήσῳ τῆς Θράκης, ἦς Πολυμήστωρ ἦρχεν· οὗ δὴ καὶ κενοτάφιον ἔχωσαν Ἀχιλλεῖ ἐν Τροίᾳ ταφέντι. διατρίψαντες δὲ ἐκεῖ ἡμέρας δή τινας, ἐφʼ ᾧ τὰ αὐτῶν εὗ διαθήσονται, ἐπεὶ ἀναχθήσεσθαι ἔμελλον, φανὲν τὸ τοῦ Ἀχιλλέως εἴδωλον ἐπὶ τοῦ τάφου ἐπέσχε τοὺς Ἀχαιοὺς τῆς ἀναγωγῆς, αἰτοῦν γέρας αὑτῷ δοθῆναι τὴν παῖδα Πριάμου Πολυξένην, τὴν καὶ πρότερον κατεγγυηθεῖσαν αὐτῷ ὑπὸ τοῦ πατρὸς, διʼ ἣν καὶ ὑπὸ Πάριδος καὶ Δηϊφόβου τοξευθεὶς ὄλωλεν, ὅτε τὰς ἐγγύας πρὸς τοῦτον πληροῦν ἔμελλε Πρίαμος. Ἕλληνες μὲν οὖν ὧν εὗ ἔπαθον ὑπʼ αὐτοῦ μεμνημένοι καὶ τιμῶντες τὴν ἀρετὴν τοῦ ἀνδρὸς ἐψηφίσαντο σφάξαι τὴν Πολυξένην ἐπὶ τῷ τάφῳ τοῦ ἥρωος. ἔπεμψαν δὲ τὸν τοῦ Λαέρτου Ὀδυσσέα πρὸς τὴν μητέρα αὐτῆς Ἑκάβην, ὡς ἂν τήν τε παρθένον λάβῃ καὶ τῷ ποικίλῳ τῶν λόγων, τοιοῦτος γὰρ ἦν ὁ ἀνὴρ, πείσῃ Ἑκάβην μὴ δυσχερῶς σχεῖν ἐπὶ τῇ τῆς παιδὸς ἀφαιρέσει. ἐλθὼν οὖν Ὀδυσσεὺς, τήν τε κόρην συναιρομένην εὗρεν αὐτῷ τῆς σπουδῆς, καὶ πείθουσαν τὴν μητέρα ὡς τὸ τεθνήξεσθαι μᾶλλον αὐτῇ προσῆκον ἢ τὸ ζῆν παῤ ἀξίαν. σφαγείσης δὲ τῆς παρθένου Ἑκάβη θεράπαιναν αὑτῆς ἔπεμψε παρὰ τὰς ἀκτὰς, ἐφʼ ᾧ ὕδωρ ἐκεῖθεν κομίσαι πρὸς λουτρὸν Πολυξένης. εὗρε δὲ Πολύδωρον ἐκεῖ κείμενον· ἀλοῦσαν γὰρ ὡς ἔγνω τὴν Τροίαν Πολυμήστωρ, σφάξας αὐτὸν ἔρριψεν εἰς τὴν θάλασσαν, ὡς ἂν αὐτὸς ἔχῃ τὸν χρυσὸν, ὃν πρὸς αὐτὸν μετὰ τοῦ παιδὸς Πολυδώρου πρώην Πρίαμος ἔπεμψε λάθρα, ἐπειδὴ ἑώρα τὸ Ἴλιον πρὸς κίνδυνον ἤδη χωροῦν. ἦν δὲ ὁ χρυσὸς οὗτος πολὺς ἄγαν, καὶ ἱκανὸς ὀρθῶσαι καὶ αὖθις τὸ γένος τοῦ Πριάμου. ὁ δὲ Πολυμήστωρ τῶν ἄγαν φίλων Πριάμου. ὡς οὖν τοῦτον εὗρεν ἡ δούλη κείμενον ἐπʼ ἀκταῖς, ἀνελομένη καὶ τῷ πέπλῳ εἱλίξασα κομίζει πρὸς τὴν Ἑκάβην, καὶ ἣ τὸν τῆς Πολυξένης νεκρὸν, πρὶν ἐκκεκαλύφθαι τοῦτον, εἶναι νομίσασα, ἐπειδὴ ἔγνω Πολύδωρον, ἀθλίως τε ἔσχε, καὶ ὅπως ἀμυνεῖται τὸν Πολυμήστορα, μηχανᾶται τοιόνδε· κοινωσαμένη πρότερον τὴν περὶ τούτου γνώμην Ἀγαμέμνονι πέμπει τὴν αὑτῆς δούλην ὡς Πολυμήστορα, αὐτόν τε καὶ τὰ τέκνα πρὸς αὑτὴν μετακαλουμένη ἐφʼ ᾧ περί τινος ἀναγκαίου πρὸς αὐτὸν κοινώσασθαι. οὗτος μὲν οὖν ἀγνοῶν ὅτι Πολύδωρος εὕρηται παρὰ τὰς ἀκτὰς, καὶ ἅμα καί τισιν ἐλπίσιν ὑποκλαπεὶς μετὰ τῶν παίδων πρὸς αὐτὴν ἀφικνεῖται. Ἑκάβη δὲ πρὸς αὐτὸν τούτου χάριν ἔφη κεκληκέναι, ἵνα χρνσοῦ θησαυροὺς κεκρυμμένους ὑπʼ αὐτῆς ἐν Ἰλίῳ μηνύσῃ. εἰσάγει δὲ καὶ τῆς σκηνῆς ἔνδον εἰποῦσα, ὡς ἂν καὶ ἕτεῤ ἄττα αὐτῷ δώσει χρήματα, μεθʼ ὧν ἐξῆλθε τῆς Τροίας. ἐκέκρυπτο δὲ εἴσω πλεῖστος γυναικῶν ὄχλος· σὺν αἷς τοῦτον εἰσελθόντα Ἑκάβη ὀφθαλμῶν τε στερεῖ καὶ τὰ τέκνα αὐτοῦ ἀποσφάττει. δικάσαντος δὲ αὐτοὺς τοῦ Ἀγαμέμνονος ὕστερον, καὶ τοῦ Πολυμήστορος πολλὰ περὶ τῆς σφαγῆς Πολυδώρου διαπλασαμένου, Ἑκάβη περιεγένετο, ἐλέγξασα αὐτὸν ὡς τοῦ χρυσοῦ χάριν, καὶ οὐχ ὧν προὔτεινε, τὸν παῖδα ἀνεῖλε, σύμψηφον σχοῦσα καὶ Ἀγαμέμνονα. Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν τῇ ἀντιπέραν τῆς Τροίας Χερρονήσῳ· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν αἰχμαλωτίδων Τρῳάδων, συμμαχησασῶν τῇ Ἑκάβῃ.