Ancient Greek · ~5 min
ΕΚΑΒΗ
Scholia In Euripidem, Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma) III.
Not analysed yet
Στίχοι πολιτικοὶ τοῦ Τζέτζου. Πολύδωρον Ἑκάβης τε καὶ τοῦ Πριάμου παῖδα ὁ Πολυμήσ τωρ ἔκτεινεν ὁ τῶν Θρᾳκῶν κατάρχων, ἀφʼ οὗ τὴν Τροίαν ἔμαθεν Ἕλλησι πορθηθῆναι, καὶ κτείνας εἰς τὴν θάλασσαν ἔρριψε τὴν ἐκεῖσε, καίπερ λαβών παρὰ πατρὸς ὅπως αὐτὸν φυλάσσοι. Ἑκάβης αἰχμαλώτου δὲ οὔσης ἐν Χερρονήσῳ, ἐκεῖ γὰρ καὶ τὸ στράτευμα ὑπῆρχε τῶν Ἑλλήνων, ὄναρ φανεὶς Πολύδωρος τῇ σφῇ μητρὶ Ἑκάβῃ. ὅπως αὐτὸν ἀπέκτεινεν ὁ Πολυμήστωρ λέγει, καὶ τὰ λοιπὰ δὲ σύμπαντα λεπτομερεῖ τῷ λόγῳ. οὕτω κατʼ ἔπος λέγει δὲ διὰ τοῦ Εὐριπίδου, ἥκω νεκρῶν κευθμῶνα τε καὶ πύλας ἀρεὶς σκότος, ἔκτοτε τοῖς φυγοῦσι δὲ δεινοῖς ἐξ ἀρρωστίας, ὡς ἐγερθεὶς ἐκ τῶν νεκρῶν λέγομεν τὰ τοιαῦτα· τοῖς μὴ μαθοῦσι γράφομεν, οὐ τοῖς μαθοῦσι ταῦτα. Τοῦ Χορτασμένου. Κἀντεῦθεν ᾂν κατίδοι τις τοῦ ζωτικοῦ τὴν φύσιν καὶ τὴν σπουδὴν τὴν ἄμετρον, ἣν ἔχει περὶ λόγους· τοῦ γὰρ βιβλίου τουτουὶ μηδενὸς στερουμένου, μηδʼ ἐνδεῶς τυγχάνοντος ὧνπερ προσῆκεν ἔχειν, τὸν Εὐριπίδην τὸν σοφὸν ποιητικῆς τὸ κλέος, ὁ δʼ ὥσπερ οὐκ ἀρκούμενος τοῖς ὧδε γεγραμμένοις, καὶ τοὺς παρόντας τουτουσὶ γραμματικοῦ τοὶ Τζέτζου στίχους προσέθηκεν αὐτῷ μηδόλως ἀμελήσας, μηδʼ ἀνασχόμενος εἰπεῖν τινὰ τῶν περὶ λόγους, ὡς ἄρα τούτου κάλλιον ἐκτήσατο βιβλίον.