Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 11
Not analysed yet
11. ἁγνοῦ Πιτθέως: ἁγνὸν τὸν Πιτθέα, ὡς καὶ ἐν Μηδείᾳ “παῖς, ὡς λέγουσι, Πέλοπος εὐσεβέστατος.” παρὰ Πιτθεῖ τῷ πατρὶ τῆς Αἴθρας, τῆς μητρὸς Θησέως, ἐπαιδεύετο ὁ Ἱππόλυτος. ἦν δὲ ὁ Πιτθεὺς σοφὸς καὶ χρησμολόγος καὶ ἱερὸς θεοῖς, ὃς καὶ ἔλυσε τὸν χρεσμὸν τῷ Αἰγεῖ “μὴ λύσῃς ἀσκόν” καὶ τὴν θυγατέρα ἔδωκεν, εἰδὼς τῇ σοφίᾳ οἷος ἔσται ὁ τεχθησόμενος. παῤ αὐτῷ δὲ ὁ Θησεὺς ἐπαιδεύετο, ὥς φησι Καλλίμαχος.