Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1105
Not analysed yet
1105. ξύνεσιν: σοφίαν δέ τινα ἐν τῇ διανοίᾳ ἔχων, ὡς πρόνοιαν θεῶν λογιζόμενος, ἐκπίπτω ταύτης, ἔν τε ταῖς τύχαις τῶν θνητῶν καὶ ἐν ἔργμασι λεύσσων, τουτέστιν ἐν τοῖς ἔργοις βλέπων. A. B. I. Ἄλλως. νόησιν δέ τινα τῶν ἀνθρωπίνων πραγμάτων ἐλπίζων ἔχειν τῇ διανοίᾳ ἐλέγχομαι κατὰ πολὺ τῆς ἀληθείας λειπόμενος. A. ἐλπίδι κεύθων: ἐν ἐλπίδι δὲ, φησὶ, τιθέμενος τὰ πράγματα, ἀπολείπομαι τῆς ἐλπίδος· οὐ γὰρ ἀποβαίνει καθὼς ἐλπίζω. Fl. 6.