Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 1137
Not analysed yet
1137. ἀστέφανοι δέ: αἱ δὲ ἀναπαύσεις τῆς θυγατρὸς Λητοῦς, ὅ ἐστι τῆς Ἀρτέμιδος, αἱ κατὰ τὴν βαθεῖαν ὕλην ἀστέφανοι ἔσονται. λείπει γὰρ τὸ ἔσονται. B. I. Ἄλλως. αἱ ἀναπαύσεις τῶν κορῶν τῶν σνγχορευουσῶν περὶ τὸ τῆς Λητοῦς ἱερὸν ἀστέφανοι ἔσονται, τουτέστι λυπηθήσονται ἐπὶ σοὶ αἱ παρθένοι. A. B. I. τινὲς δὲ τὸ ἀστέφανοι κατʼ ἐπίτασίν φασιν ἀντὶ τοῦ πολυστέφανοι ἔσονται, τὸ α λέγοντες ἐπιτατικόν. B. I. κόρας: Ἀρτέμιδος. τῆς κόρης πρὸς τὸ Λατοῦς. B.