Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 123
Not analysed yet
123. βαπτὰν κάλπισι: οἷον ὥστε βαπτίζειν ἐν τῇ εὐύδρῳ πηγῇ τὴν ὑδρίαν, ἢ ὅσον δύναταί τις χαλῶν τὴν ὑδρίαν γεμίζειν, ἢ τὴν περιρρεομένην ὑπὸ τοῦ ὕδατος πηγήν. Ἄλλως. ὡς “κοτυλήρυτον αἷμα,” τὸ τὴν κοτύλην ἀναβάψαν. ἢ ὅτι περὶ τὴν Τροζηνίαν τοιαύτη τίς ἐστι πέτρα, ἐξ ἧς τὸ καταφερόμενον ὕδωρ βάπτει τὰς ὑδρίας, ὡς Διονυσόδωρος ἐν τῷ περὶ ποταμῶν φησί. βαπτὰν κάλπισι: ἀντὶ τοῦ δυναμένην βάψαι κάλπιν, καὶ οὐ περαιτέρω. A. B. I.