Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 121
Not analysed yet
121. Ὠκεανοῦ τις: ὁ χορὸς συνέστηκεν ἐκ Τροιζηνίων γυναικῶν, συναχθεὶς εἰς ἐπίσκεψιν τῆς Φαίδρας. καὶ πρῶτα μὲν διηγεῖται, πόθεν αὐτῇ ἡ φήμη τῆς νόσου τῆς βασιλίσσης εἰσῆλθεν. ἔπειτα δὲ καὶ ζητεῖ τίς ἂν εἴη ἡ πρόφασις τῆς νόσου. Ἄλλως. ὁ νοῦς· πέτρα τις ἐστὶν ὕδωρ Ὠκεάνειον στάζουσα, οὐ διϊπετὲς, οὐδὲ ὑέτιον, ἀλλ᾿ αὐτομάτως βλύζον. πᾶν δὲ ὕδωρ ὠκεανὸς λέγεται. Ἄλλως. πέτρα τις λέγεται τοσοῦτον ὕδωρ ἔχουσα πηγαῖον ὥστε βάπτειν ὑδρίαν. Ὠκεανοῦ δὲ, καθὸ γλυκὺ καὶ πότιμον. Ὠκεανοῦ: Ὠκεανὸς λέγεται εἶναι πατὴρ τῶν ὑδάτων. B.