Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 128
Not analysed yet
128. τέγγουσα: βρέχουσα, πλύνουσα ἐπὶ τὰ νῶτα τῆς θερμαινομένης τοῦ ἡλίου βολαῖς πέτρας. ὅθι μοι τις ἦν φίλα: ὅπου μοί τις φίλη ἐνέτυχε, ἐνέκειτο. ἀπιθάνως δὲ κεῖται τὸ ἦν. ἔδει γὰρ λέγειν, ἔνθα μοί τις συνέτυχε φίλη. Ἄλλως. ἐνταῦθα μοί τις γυνὴ ἐπελθοῦσα πλῦναι τὰ ἱμάτια, καὶ ταῦτα ἐπὶ τῆς εὐηλίου πέτρας ἐπὶ ξηρασίαν καταβαλοῦσα, ἀκούσασα τῆς βασιλείας τὴν νόσον πρῶτον ἤγγειλεν ἐλθοῦσα. φιλοῦσι γὰρ ἐν ταῖς τοιαύταις συνόδοις ὁμιλίαι περὶ βασιλέων προσεμπίπτειν πρὸς παραμυθίαν τῶν καμάτων. ὥστε οὐκ ἀπεικότως πρὸς πλύνουσαν φίλην πυθέσθαι καὶ εἰπεῖν.