Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 135
Not analysed yet
135. τριτάταν δέ νιν κλύω: τὸ ἑξῆς· τριτάταν δέ νιν κλύω τάνδε ἡμέραν κατέχειν ἁγνὸν τὸ στόμα τῆς Δήμητρος ἀκτῆς. οἷον λοιπὸν τρεῖς ἡμέρας ἔχω ἀκούων περὶ αὐτῆς ὅτι ἀσθενεῖ καὶ οὐ μεταλαμβάνει βρώσεως ἐν τῷ στόματι αὐτῆς. τὸ δὲ “κρυπτῷ πένθει” ἀντὶ τοῦ ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐκφαινομένη πρὸς τὸ τέλος τοῦ θανάτου φέρεται, ἀντὶ τοῦ ὑπὸ τῆς ἀλγηδόνος καὶ τῆς νόσου τῆς κρυπτῆς μέλλει ἀποθνήσκειν. θαυμασίως δὲ ὁ Εὐριπίδης περὶ Ὀρέστου νοσοῦντός φησιν “οὔτε σῖτα διὰ δέρης ἐδέξατο,” ὡς βουλομένου μὲν φαγεῖν, μὴ δυναμένου δὲ καταπιεῖν ὑπ᾿ ἀσθενείας, περὶ δὲ Φαίδρας, ἀσιτεῖν βουλομένης εἰς θάνατον, τὸ σύνολον αὐτὴν μὴ δέχεσθαι εἰς τὸ στόμα τροφήν.