Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 155
Not analysed yet
155. ἢ ναυβάτας: ἕτερος λογισμὸς νόσου. ἢ τάχα τις ναύτης ἐκ Κρήτης ὁρμήσας εἰς Τροιζῆνα φήμην πένθους τῶν οἰκείων ἀπήγγειλεν αὐτῇ. Ἄλλως. τάχα τις ἦλθεν ἐκ τῆς πατρίδος αὐτῆς λυπηρὰν φήμην κομίζων, καὶ ἐκ τούτων τῶν παθῶν τῶν ἠγγελμένων, καὶ τῇ ὑπὲρ τῶν παθῶν εὐναίᾳ λύπῃ δέδεται τὴν ψυχὴν, ὡς καὶ εἰς τηλικαύτην νόσον ἀποσκῆψαι τῆς λύπης. εὐναίᾳ δὲ λύπῃ τῇ εἰς εὐνὴν κατακλινούσῃ διὰ τῆς νόσου. τουτέστιν, οὕτω συνδέδεται ἡ Φαίδρα τῇ εὐναίᾳ λύπῃ, ὡς ὑπερβαλεῖν ἅπαν πάθος. γράφεται δὲ καὶ πρὸς εὐθεῖαν, ὑπὸ τῆς λύπης εὐναία ἡ Φαίδρα δέδεται τὴν ψυχήν.