Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 179
Not analysed yet
179. τόδε σοι φέγγος: δεικτικὸν ἅμα καὶ ἀναφορικόν. ἰδοὺ γὰρ, ὥρα, φησὶν, ἅπερ ἐκ πολλοῦ ἐπεθύμεις ἰδεῖ ἤδη δέ σοι καὶ τὰ στρώματα τῆς κοίτης ἔξω τῶν οἴκων ἐστὶ, καὶ, καθὼς ἐπεθύμεις, ἡ ἀνάκλισις ὑπαίθριός σοι παρεσκεύασται. καὶ γὰρ ἐνταῦθα ἐλθεῖν πᾶς λόγος ἦν σοι, καὶ οὐ διέλιπες λέγουσα προελθεῖν ἔξω τοῦ οἴκου. οἶδα μέντοι τοῦτο, ὅτι ταχέως σπεύσεις πάλιν εἰς τοὺς οἴκους γενέσθαι, καὶ δίδωσί μοι τοῦτο ἐντεῦθεν στοχάζεσθαι τὸ παλίμβολον σου καὶ δυσάρεστον τῆς νόσου.