Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 213
Not analysed yet
213. οὐ μὴ παρῤ ὄχλῳ: ἀντὶ τοῦ, οὐ μὴ φθέγξῃ ταῦτα μεταξὺ πλήθους μανιώδεις λόγους ῥίπτουσα. ἔδοξε γὰρ αὐτῇ τὰ ῥηθέντα ἀσχήμονα εἶναι, καὶ οὐκ αὐτῆς ἄξια. τί γὰρ ἦν ὕδατος ψυχροῦ ἐρῶσαν καὶ κομῶντος λειμῶνος ἄνθη ποθεῖν τὴν βασιλείαν ἐχούσης, εἰ μήτοι ἔλεγε, πῶς μοι γένοιτο τοῦ ἔρωτος σβέσαι τὸ πῦρ; ἢ τίς τοσαύτη τέρψις ἀνθέων, ὡς ἀναπαῦσαι τὸν πόθον; B. M. I.