Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 224
Not analysed yet
224. τί κυνηγεσίων καὶ σοὶ μελέτης: ἀντὶ τοῦ ἐπιμελείας. τουτέστι, τί σοι περὶ κυνηγίας μέλει; τί, φησὶν, ὦ τέκνον, καὶ σοὶ, καθάπερ τοῖς ἀνδράσι, μελετᾶται τὰ κυνηγέσια; τί δὲ καὶ τὸ τυχεῖν κρηναίων ἐν ἔρωτι μεγάλῳ τίθεσαι; εἰ μὲν γὰρ ἀληθῶς ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης καὶ ψυχρὰ ἀνάκλισις πέτρας, ὅθεν σοι ποτὸν ἂν γένοιτο καὶ τὸν πόθον ἐκπληρώσαις. εἰ δ᾿ οὐ βούλει, τί καὶ τοῦτο ἐν ἔρωτος τάξει λέγεις;