Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 3
Not analysed yet
3. ὅσοι] ἐκείνοις. B. rec. ὅσοι τε πόντου: ἐπὶ τὸ μέγιστον ηὔξησε τὸ κατηγόρημα τοῦ νεανίου. εἰ γὰρ ἐκεῖνοι, θηριώδεις ὄντες τὴν φύσιν καὶ νόμων καὶ γραφῶν ἄπειροι, σέβουσιν ὅμως τὴν θεὸν, τὴν φύσιν δεξάμενοι διδάσκαλον, πόσης καταγνώσεως ἄξιος ὁ ἐν μέσῃ τῇ Ἑλλάδι τραφεὶς καὶ μέγιστον ἐπὶ φιλοσοφίᾳ φρονήσας. εἰ δὲ καὶ σωφρονεῖν ἀπὸ γάμων ἤθελεν, οὐδὲν ἧττον ἔδει πάλιν αὐτὸν σέβειν τὴν δαίμονα. προεστῶσαν τῶν ἀγαθῶν ἐπιθυμιῶν. πάντες γὰρ οἱ φιλόσοφοι τιμῶσι τὴν θεὸν, πρὸς τὸ μὴ πρὸς ταύτην ἁμαρτάνοντες τὰ ἐναντία τῆς γνώμης δυστυχεῖν. τερμόνων τʼ Ἀτλαντικῶν: παρὰ τὸ Ἀτλαντικὸν πέλαγος ἤκουσαν. ἔνιοι δὲ τὰ Γάδειρα, ἔνθα ἐστὶν ὅρος ὁ Ἄτλας, ὅπερ ἐστὶ δυτικόν. ὁ δὲ πόντος ἀνατολικός. τερμόνων: εἰς τὰ ἔσχατα· ἵνα καὶ τοῖς στοιχείοις Ἀφροδίτην γινώσκεσθαι λέγῃ δἰ ὧν φύεται. οἷον καὶ τὰ ἔσω τοῦ πόντου φυόμενα Ἀφροδίτην οἶδε τῇ φύσει. ἢ τοὺς ἐν τοῖς πέρασι τῶν στοιχείων τούτων οἰκοῦντας θηριώδεις ἀνθρώπους λέγει, ὃ καὶ βέλτιον. B. M. I.