Ancient Greek
332 to 344
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 332-344
Not analysed yet
332. τιμιωτέρα φανῇ: σεβασμιωτέρα ἐμοὶ φανῇ τὰ ἀπόρρητά μοι θαρροῦσα, ἢ σοφωτέρα, ὡς φίλοις θαρροῦσα τὴν συμφορὰν, καὶ μὴ κρυπτῷ πάθει πολιορκουμένη. κατὰ γὰρ Μένανδρον τὸ τοῖς φίλοις λέγειν τὰ ἀναγκαῖα σοφῶν ἀνδρῶν ἐστιν, ἐν οἷς φησι “λανθάνει τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ τοῖς ἀναγκαίοις” καὶ τὰ ἑξῆς. A. B. I. 337. ὦ τλῆμον, οἷον, μῆτερ ἠράσθης ἔρον: αἰνιγματικῶς θέλει φράσαι τὸν ἔρωτα. πιθανώτατα δὲ ἅμα τῷ αἰνιγμῷ καὶ τὴν συγγνώμην ᾐτήσατο, ὡς προγονικὸν κεκτημένη τὸ πάθος καὶ οὐκ ἰδίας φύσεως ἁμάρτημα. 339. σύ τ᾿ ,ὦ τάλαινα: ἀντὶ τοῦ ὃν εἰς τὸν ταῦρον ἔσχεν. Θησέως γὰρ ἠράσθη Ἀριάδνη, ἡ ἀδελφὴ Φαίδρας. B. M. Fl. 15. 340. κακορροθεῖς: κακολογεῖς. M. Fl. 15. λοιδορεῖς. A. M. Fl. 15. ὑβρίζεις. B. ὠνείδιζε γὰρ αὐταῖς τὰς νόσους. M. 343. ἐκεῖθεν ἡμεῖς: ἐκ τῆς καταγωγῆς τοῦ γένους δυστυχοῦμεν τὴν νόσον τοῦ ἔρωτος, ἀντὶ τοῦ προγονικήν τινα δυστυχίαν δυστυχοῦντες τοῦτο πάσχομεν. A. B. M. I. γρ. καὶ νεωστὶ, ἵν᾿ ᾖ καὶ ἐκεῖθεν καὶ νεωστὶ δυστυχοῦμεν. A. B. M. 344. οὐδέν τι μᾶλλον: οὐ μᾶλλον οἶδα. τὸ δὲ οὐδέν παρέλκει. B. οὐδὲν πλέον σου ἐπεξεργαζομένης ἔχω γνῶναι, ὃ βούλομαι ἀκοῦσαι, τουτέστι προφάσει τῆς νόσου οὐδὲν μᾶλλον οἶδα ἀκούειν ὃ βούλομαι.