Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 35
Not analysed yet
35. μίασμα φεύγων: τοὺς Παλλαντίδας ὑπὸ Θησέως ἀνῃρῆσθαι Φιλόχορος ἱστορεῖ οὕτω· Πάλλαντος ἐπιθέσθαι ταῖς Ἀθήναις διανοουμένου καὶ τὴν Σφηττίαν ὁδὸν προφανῶς διαπορευομένου ἐπὶ τὸ ἄστυ μετὰ τῆς δυνάμεως αὐτοῦ, οἱ τούτου παῖδες κατὰ βούλησιν τοῦ πατρὸς Γαργηττοῖ ἐγκαθίζουσι μετὰ τῶν ἡλικιωτῶν, ἵν᾿, ὅταν ἐπεξέλθωσι τοῖς Ἀθηναίοις καὶ ὁ Πάλλας συμβάλῃ, ἐξ ἐφόδου προσπεσόντες λάβωσι τὴν πόλιν. ἀνὴρ δέ τις, ὃς ἐκηρύκευε τῷ Πάλλαντι, ἀπαγγέλλει τῷ Θησεῖ τὸ γενόμενον. ὁ δὲ προσπεσὼν εὐθὺς μετὰ τῶν ἡλικιωτῶν αὐτοὺς ἀναιρεῖ. ἡ δὲ ἱστορία οὕτως ἔχει. Νῖσος καὶ Πάλλας καὶ Αἰγεὺς τρεῖς ἀδελφοὶ ἐκ Πανδίονος γεγόνασι, καὶ ὁ μὲν Νῖσος τὰ Μέγαρα ᾤκει, Αἰγεὺς δὲ καὶ Πάλλας δήμων τινῶν ἦρχον, τῆς Ἀττικῆς οὔπω συνῳκισμένης εἰς ἕν. λόγος οὖν τὸν Θησέα, ἀνεψιὸν ὄντα τῶν Παλλαντιδῶν παίδων, ἕνα αὐτὸν ἀντιποιούμενον τῆς βασιλείας ἀνελεῖν. οἱ δὲ οὕτως ἱστόρησαν. φασὶ γὰρ τοὺς Παλλαντίδας παῖδας ἀνελεῖν τὸν Θησέα λοχῶντας, ἵνα εἰσπέσωσι τῇ πόλει, ὅταν ὁ πατὴρ αὐτῶν Πάλλας ἐγγὺς γένηται. ὁ δὲ Θησεῖ μηνύσας τὴν ἔφοδον αὐτῶν ἀνὴρ ἦν, ὃς ἐκηρύκευε τῷ Πάλλαντι. ὡς οὖν βοηθῶν τῷ Πάλλαντι τοὺς παῖδας αὐτοῦ καταλύοντας ἀνεῖλεν ὁ Θησεύς. ἐπειδὴ δὲ νόμος ἦν τοὺς ἐμφύλιον καὶ συγγενικὸν φόνον ποιήσαντας ἑκουσίᾳ φυγῇ ζημιοῦσθαι τὸ μίασμα, ἔξορον αὑτὸν ἐποίησε καὶ τὴν γυναῖκα εἰς Τροιζῆνα πλησιάζουσαν ὡς τους συγγενεῖς μετήνεγκεν εἰς ἑαυτὸν ἐκ ταύτης, καὶ πάσης τῆς Πελοποννήσου ἀφώρισεν. ἔθος γὰρ τοῖς ἐφ᾿ αἵματι φεύγουσιν ἐνιαυτὸν ποιεῖν ἔξωθεν τῆς πατρίδος. Παλλαντιδῶν: Πάλλας πολύπαις ὢν ὡς ἄπαιδα τὸν Αἰγέα κατέπόνει ἕως ἡβήσας ὁ Θησεὺς ἠμύνατο τοὺς Παλλαντίδας. βαλὼν γὰρ ἐν κυνηγίῳ κατὰ συὸς τινὰ τῶν Πάλλαντος παίδων ἀνεῖλεν. A. B. I.