Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 386
Not analysed yet
386. ἡ δ᾿ ἄχθος οἴκων: τί φῂς, Εὐριπίδη, κακὴ ἡ αἰδώς, φησὶν, ἔσθ᾿ ὅτε κακή· δισσαὶ γὰρ αἱ αἰδοί. εἰ δὲ ᾔδειμεν εὐκαίρως αἰδεῖσθαι, οὐκ ἂν δύο ἦσαν ἑνὶ ὀνόματι καλούμεναι. ἴσως δὲ τὸ Ὁμηρικὸν ἀνέγνω Εὐριπίδης “ἥτ᾿ ἄνδρας μέγα σίνεται, ἠδ᾿ ὀνίνησι.” Ἄλλως. ἐπεί φησιν ὁ Ὅμηρος μίαν μὲν εἶναι τὴν αἰδῶ, δισσὴν δὲ δύναμιν ἔχειν, “Αἰδὼς, ἥτ᾿ ἄνδρας μέγα σίνεται ἠδ᾿ ὀνίνησι.” τὴν διαφωνίαν ἰώμενός φησιν ὅτι τῆς αἰδοῦς ἡ ἄγνοια παρὰ τὴν ἡμετέραν γίνεται ἄνοιαν· ἡμεῖς γὰρ οὐ κατὰ καιρὸν αὐτῇ χρώμενοι διπλῆν ἡγούμεθα τὴν μίαν. ἔδει γὰρ τὴν εὐκαίρως γινομένην μόνην ὀνομάζειν αἰδώ. τὸ δὲ “ταὔτ᾿ ἔχοντε γράμματα” οἷον ἑνὶ ὀνόματι καὶ τόνῳ καὶ φθόγγῳ προσαγορευομένας. A. B. I. τὴν αὐτὴν ὁμωνυμίαν. Μ. σαφής: ἀκριβὴς, φανερός. Μ. ἐὰν δὲ ἐγινώσκομεν τὴν διαφοράν. Β.