Ancient Greek · ~1 min
384 to 385
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 384-385
Not analysed yet
384. λέσχαι: πολυλογίαι. Μ. ὁμιλίαι, ἀπραγία, ῥαθυμία. A. ὁμιλίαι. καὶ σχολὴ ῥᾳθυμία, ἀεργία. ἡ σχολὴ, φησὶν, ἡδεῖα μὲν τῇ ἀναπαύσει, ἐπιβλαβὴς δὲ τῷ ἐπιζημίῳ καὶ ἀργῷ τοῦ σώματος, διὸ καὶ τερπνὸν κακὸν αὐτὴν εἶπεν. A. B. I. ματαιοποιῶν ἀνθρώπων. B. 385. αἰδώς: ταῖς αἰσχραῖς ἡδοναῖς συγκατηρίθμησε τὴν αἰσχρὰν αἰδώ· διαφθείρει γὰρ τοὺς κεκτημένους, ὥσπερ κἀκεῖναι τοὺς ἐμπιστεύσαντας αὐταῖς ἑαυτοὺς ἀπολλύουσιν.