Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 435
Not analysed yet
435. νῦν δ᾿ ἐννοοῦμαι φαῦλος οὖσα: ἀντὶ τοῦ μωρὰ οὖσα. νῦν δὲ δεύτερον εἰ καὶ εὐτελής τίς εἰμι, ἐνεθυμήθην, καὶ καλῶς γὰρ, ὅτι ἀνθρώποις αἱ δεύτεραι τῶν ἄλλων τῶν πρώτων εἰσὶ χρησιμώτεραι. A. νῦν δ᾿ ἐννοοῦμαι: εἰ καὶ εὐτελὴς, φησὶ, τυγχάνω τὴν γνώμην, καὶ οὐκ ἀπ᾿ ἐμαυτῆς ὀφείλουσα στοχάζεσθαι, ὅμως εὗρον ὅτι παρὰ πᾶσιν ἀνθρώποις ἀκριβέστεραί εἰσιν αἱ ἐπισκέψεις καὶ αἱ δεύτεραι γνῶμαι.