Ancient Greek
486 to 499
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 486-499
Not analysed yet
486. τοῦτ᾿ ἔσθ᾿ ὃ θνητῶν: μάλιστα τὰς πολιτείας τοῦτο ἀπόλλυσι, τὸ τὰ κεχαρισμένα τῷ δήμῳ λέγειν πρὸς τὴν ἰδίαν σύστασιν. · ὅταν γὰρ ἁμαρτάνοντί τινι μὴ πρὸς σωτηρίαν, ἀλλὰ πρὸς αὔξησιν τῆς ἁμαρτίας συμβουλεύῃ τις, οὗτος διὰ τῶν ἡδέων λόγων ἀπόλλυσι τὸν ἁμαρτάνοντα. οἱ ἡδεῖς γὰρ λόγοι καὶ πλανητικοὶ ἀπολλύουσι τὰς καλῶς οἰκουμένας πόλεις καὶ τοὺς δόμους. 487. οἱ καλοὶ λίαν λόγοι: οἱ πρὸς ἡδονὴν λεγόμενοι. διαβάλλει δὲ τὴν φύσιν τῶν ἡδέων ὡς ἄχρι τῆς ἀκοῆς τὸ χρήσιμον ἐχόντων. οὐ γὰρ τὰ πρὸς ἡδονὴν δεῖ λέγειν, ἀλλὰ τὰ πρὸς δόξαν. B. 488. τι: κατά τι. B. τερπνά: τὰ πράγματα. B. 490. τί σεμνομυθεῖς: ἀλαζονεύεις. M. ἀντὶ τοῦ τί φαίνῃ σώφρων. B. 491. διιστέον: διαγνωστέον, πειρατέον. ὁ δὲ νοῦς, ἀλλὰ πειρατέον τῆς γνώμης τοῦ Ἱππολύτου, ποῖος ἔσται πρὸς τὰ λεγόμενα. 492. τὸν εὐθύν: ἐκ γὰρ τῆς συντόμου ὁμιλίας ὀλέσειε τὸ τῆς φύσεως αἰφνίδιον νόσημα, καὶ οὐκ ἂν ἐκ τοῦ ποικίλου τῆς ἐπαγγελίας, ὡς ἐθάδας τῆς νόσου, μισήσειεν. A. B. I. τὸν ἀληθῆ, τὸν σύντομον, τὸν ἁπλοῦν. B. 497. οὐκ ἐπίφθονον τόδε: οὐ νεμεσητὸν οὐδὲ μεμπτὸν τὸ σῶσαι τὸν βίον διὰ τῆς ἐκπληρώσεως τοῦ ἔρωτος, εἴ γε δεύτερα πάντα τῆς σωτηρίας ἡγούμεθα. B. 499. καὶ μή μεθήσεις αὖθις: ἀπειρηκυῖα τοῖς σοφίσμασι τῆς γραὸς παρακαλεῖ μηκέτι περὶ τοιούτων γυμνάζειν, μηδὲ λέγειν ὅτι καλῶς καὶ μετρίως ὑπείργασται αὐτὴν ὁ ἔρως, οὐ παράλογος, οὐδὲ ἄξιος θανάτου.