Ancient Greek · ~4 min
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 507
Not analysed yet
507. εἴ τοι δοκεῖ σοι: μὴ δυνηθεῖσα τοῖς σοφισμοῖς περιγενέσθαι, δευτέραν εἰσηγεῖται γνώμην ἡ γραῦς, καὶ ὑπισχνεῖται ἀντιτρώσειν κἀκεῖνον φαρμάκοις τισὶν, ὅπως ἂν θαρσαλεώτερον αὐτῷ τὸν ἔρωτα μηνύσωσιν, ὡς πάντως πείσουσαι. εἰ τοίνυν, φησὶ, δοκεῖ σοι τὸ μὴ συνελθεῖν τῷ ἐρωμένῳ, ἔδει σε μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσαν, καὶ εἰ τὸ σωφρονεῖν σοι δέδοκται, ἔδει μηδ᾿ ὅλως ἁλῶναι τῷ ἔρωτι. κἂν γοῦν, φησὶ, δευτέραν χάριν μοι δὸς, δευτέρῳ τρόπῳ πεισθεῖσα τῷ τῶν φαρμάκων. ἔστι δέ μοι, φησὶν, ἐν τῇ οἰκίᾳ φάρμακα ἐρωτικὰ, ἃ δύναταί σου παῦσαι τὴν νόσον καὶ τελέσαι τὸν ἔρωτα, ἀντιτρώσαντα δηλονότι τὸν ἐρώμενον. εἰ δὲ πάλιν σὺ ἀπειθήσασα οὐκ ἐάσεις με τοῦτο ποιῆσαι, βλάβη σοι γενήσεται. Ἄλλως. τινὲς οὕτως· εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδέν μοι λέγειν· εἰ δέδοκταί. σοι τὸ μὴ πεισθῆναι, κἂν δευτέραν καὶ ἥσσονά μοι χάριν δός. πάντως γὰρ κἀκείνου οὕτως ἐρῶντος οὐκ ἂν ἀποτυχοῦσα τῆς κοινωνίας ἡττηθείης. ἄρτι μοι: ἄρτι ὑπεμνήσθην ὅτι ἔχω φάρμακα. B.