Ancient Greek · ~3 min
501 to 505
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 501-505
Not analysed yet
501. τοὔργον: τὸ τῆς σωτηρίας, τοὔνομα δὲ τὸ τῆς σωφροσύνης. B. 502. γαυρουμένη: σεμνυνομένη. B. ἀλαζονευομένη. M. 503. εὖ λέγεις γάρ: καλῶς μὲν γὰρ λέγεις καὶ πιθανῶς, αἰσχρὰ δέ ἐστι τῇ φύσει τὰ λεγόμενα, καὶ μή γε πρὸς θεῶν πέρα προβῇς τι τῶν λόγων τούτων, μηδὲ σοφιζομένη λέγε ὅτι καλὸν ὑπείργασμαι καὶ ὑποθάλπομαι τὴν ψυχὴν, καὶ καρτερῶ τῷ ἔρωτι, καὶ οὐδὲν ἡμᾶς ἔβλαψεν ἄξιον θανάτου. 504. ὑπείργασμαι: ὑποθάλπομαι καὶ καρτερῶ. B. 505. αἰσχρὰ δ᾿ ἢν λέγῃς: ὅταν δὲ τὰ αἰσχρὰ πιθανῶς λέγῃς καλὰ τῇ δεινότητι, διαφθαρήσομαι ἐγὼ, καὶ ἐμπέσω εἰς ὃ φεύγω, τουτέστι τὴν ὁμιλίαν καὶ συνουσίαν τοῦ ἐρωμένου. δέδοικε γὰρ ἡ Φαίδρα μὴ λαθοῦσα ἁλῷ τῇ πιθανότητι.