Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 517
Not analysed yet
517. ὄνασθαι, μὴ μαθεῖν: διδάσκου πῶς δεῖ τοῖς ἀναγκαίοις κεχρῆσθαι εἰς τὴν παραυτίκα μόνον ἀπαλλαγὴν τῶν κακῶν καὶ ἀπόλαυσιν· οὐ γὰρ εἰς τὴν διηνεκῆ γνῶσιν. τὸ γὰρ τοιοῦτον πονηρίας ἐστὶν ἐπιθυμία καὶ διηνεκὴς τῆς κακουργίας ἀπόλαυσις. δεῖ οὖν πρὸς τὸ λυσιτελοῦν ἀπολαύοντας τῶν τοιούτων καταρρᾳθυμεῖν τῶν διηνεκῶν εἰδήσεων. ὠφεληθῆναι, φησὶ, μόνον βούλου, ἀλλὰ μὴ μαθεῖν τῆς ὡφελείας τὴν φύσιν. τὸ δὲ ὄνασθαι ὡς ἵστασθαι. τὸ θέμα ὄνημι.