Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 518
Not analysed yet
518. δέδοιχ᾿ ὅπως: ἐπειδὴ μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις, καὶ ἡ μὲν μεσότης ἐστὶ φρόνησις, ἡ δὲ ἔλλειψις ἀφροσύνη, ἡ δὲ διαβολὴ πονηρία, διὰ τοῦτο εἶπε “δέδοικα μὴ λίαν φανῇ σοφή,” ἤτοι πονηρά. τὸ λίαν γὰρ ἐπαυξητικόν ἐστι τοῦ. . . καὶ λοιπὸν ἐκ τῆς πονηρίας βλάψεις μᾶλλον ἢ ὠφελήσεις. τῆς γὰρ φρονήσεως, ἤτοι τῆς μεσότητος, λειπούσης ἐξ ἀνάγκης ἄμφω αἱ κακίαι, ἤτοι ἡ πονηρία καὶ ἡ ἀφροσύνη, βλάπτουσι. A. δέδοικα, φησὶ, μὴ μετιοῦσα τὴν φάρμαξιν ἔργῳ δηλώσῃς τὴν νόσον. τὸ δὲ “πάντ᾿ ἂν φοβηθεῖσ᾿ ἴσθι” ἀντὶ τοῦ, εἰ τὸ μηδὲν ἄξιον φόβου φοβῇ, πάντα ἂν φοβηθεῖσαν γνῶθι σαυτήν. A. B. I. σοφή: πανοῦργος. B. μωρὰ, ἀνόητος. Fl. 2.