Ancient Greek · ~4 min
549 to 558
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 549-558
Not analysed yet
549. ζεύξασ᾿ ἀπειρεσίαν: ἀποζεύξασα δὲ καὶ ἀποχωρίσασα τῶν οἴκων. ὁ δὲ νοῦς, τὴν μὲν δὴ ἐν Οἰχαλίᾳ παρθένον, ἄνανδρον, ἄνυμφον οὖσαν τὸ πρότερον, τῶν νυμφικῶν οἴκων ἀποχωρίσασα ἡ Ἀφροδίτη τῷ Ἡρακλεῖ ἐπὶ φόνοις καὶ πορθήσεσι τῆς πατρίδος ἐπέδωκεν. 550. ναΐδα: νύμφην. ἀντὶ τοῦ ταχεῖαν δρομάδα νύμφην περὶ τὰ νάματα σκιρτῶσαν. A. B. τὸ ἑξῆς, νηίδα Ἀλκμήνας τόκῳ Κύπρις ἔδωκεν, ὅ ἐστι νύμφην. δηλοῖ ἐξ ἐπιθέτου τὸ προσηγορικόν. A. B. I. 551. σὺν αἵματι: παρόσον σὺν αἵματι καὶ καύσει τῆς πατρίδος αἰτία γέγονεν, ἤτοι παρόσον ὁ γάμος αὐτῆς πρόξενος τούτων ὅλων ἐγένετο, ὡς καὶ Σοφοκλῆς ἐν Τραχινίαις “ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ᾿ ἕλοι.” 554. ὦ τλᾶμον ὑμεναίων: διὰ μέσον τοῦτο ἐσχετλίασται. εἶτα τὸ τῆς ἑτέρας ἱστορίας ἐπισυνῆπται. A. B. 555. δεύτερον διήγημα τῆς δυνάμεως τῆς Ἀφροδίτης, δηλαδὴ τὸ κατὰ τὴν Σεμέλην καὶ τὴν ταύτης κύησιν. B. 558. συνείποιτ᾿ ἄν: συμμαρτυρήσεται. ἕρπει δὲ οἷον ἐπέρχεται σοβαρῶς. B.