Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 546
Not analysed yet
546. πῶλον ἄζυγα: παρθένον ἄπειρον γάμου, καθαράν. πώλῳ δὲ τὸ ἀκμαῖον αὐτῆς εἴκασεν. λέγει δὲ τὴν Ἰόλην τὴν παῖδα τοῦ Εὐρύτου, ἣν ἔλεγε διδόναι τῷ νικῶντι αὐτὸν κατὰ τὴν τοξικήν. ἐλθὼν γὰρ ὁ Ἡρακλῆς ἐνίκησε τοῦτον. ὁ δὲ Εὔρυτος παρῃτήσατο δοῦναι αὐτὴν, καὶ ἕνεκα τῆς παραβασίας ὁ Ἡρακλῆς ἐπόρθησε τὴν Οἰχαλίαν, καὶ αὐτὴν ἔλαβε πρὸς γάμον. A. B. I. τὴν Ἰόλην λέγει τὴν Εὐρύτου θυγατέρα, ἣν ἆθλον ἐπὶ τοξείᾳ θεὶς ὁ Εὔρυτος νικηθεὶς ὑφ᾿ Ἡρακλέους καὶ μὴ ἀποδιδοὺς παρεσκεύασεν Ἡρακλέα καὶ τὴν πόλιν πορθῆσαι καὶ ταύτην λαβεῖν. A.