Ancient Greek · ~6 min
560 to 574
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 560-574
Not analysed yet
560. Διογόνοιο Βάκχου: τοῦ Διονύσου. B. γρ. καὶ διγόνοιο, καθὸ καὶ διθύραμβος λέγεται τῷ δισσῶς τεχθῆναι. B. 561. νυμφευσαμέναν: συγκεκοιμημένην. M. νυμφευθείσαν B. πότμῳ: ἐπί. B. rec. 562. κατεκοίμασε: κατευνασθῆναι καὶ συμμιγῆναι τῷ Διὶ πεποίηκε. B. 563. δεινὰ γὰρ πάντα: ἀπὸ θαυμαστικοῦ ἀρξάμενος καὶ εἰς θαυμαστικὸν κατέκλεισεν, ὥστε θαυμάζων ἄρχεται καὶ θαυμάζων παύεται. δεινὴ γὰρ ἡ Ἀφροδίτη καὶ πανταχόθεν δίκην μελίσσης περιίπταται, τὰ κάλλιστα τῶν σωμάτων μαραίνουσα. 564. πεπόταται: προσυπακουστέον τό κεντοῦσα. A. 565. σιγήσατ᾿ ,ὦ γυναῖκες: πρὸς τὰς τοῦ χοροῦ, ἵνα μὴ ἀκούσῃ ὁ Ἱππόλυτος ἔσωθεν. A. ἔξεισι ταραχώδης ἡ Φαίδρα, τὴν ἀπάτην τῆς γραὸς αἰσθηθεῖσα. σιγὴν δὲ αἰτεῖ, πρὸς ἀκρίβειαν πυθέσθαι βουλομένη, λομένη, καὶ αὐτὰς ἀκοῦσαι προτρεπομένη τὰ λεγόμενα περὶ Ἱππολύτου. 566. τί δʼ ἔστι, Φαίδρα: περὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καταγινόμενος ὁ χορὸς οὐκ ἐπαισθάνεται τῶν τοῦ Ἱππολύτου λόγων, καὶ τοῦτο εἰκότως φυλάξαντος τοῦ τραγικοῦ· περιπαθέστερον γάρ ἐστιν ὑπὸ Φαίδρας λεγόμενον. 569. ἰώ μοί μοι, αἰ αἶ: πρὸς ὀλίγον ἐν τῇ σκηνῇ σιωπῆς γενομένης ἀκούσασα τὰ λεγόμενα ἡ Φαίδρα καὶ μὴ ἐνεγκοῦσα τὸ πάθος ἀνέκραγεν. οἰκονομικῶς γὰρ οὐκ ἐξέβαλεν Ἱππόλυτον, ἀλλὰ προτετραγῴδηκε τῆς Φαίδρας τὴν ἀγωνίαν. 574. ἔννεπε: εἰπὲ, ὦ γύναι, ποῖος οὕτω λόγος εἰσελθὼν εἰς τὰ ὦτά σου ἐπτόησέ σε. ἢ οὕτως. εἰπέ μοι, ποία φήμη καὶ βοὴ ἐφορμήσασα ἐκφοβεῖ σον τὰς φρένας. στικτέον δὲ ἢ εἰς τὸ φρένας, ἢ συναπτέον αὐτῷ τὸ ἐπίσσυτος. ἑκατέρως γὰρ δύναται ὑποστίζεσθαι.