Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 579
Not analysed yet
579. σὺ παρὰ κλῇθρα: παρὰ ταῖς πύλαις. παραιτεῖται τὴν ἀκοὴν, ἐπεὶ πολλάκις ἔμελλε διαδιδόναι αὐτῇ ἃ ἤκουσεν, καὶ ἐκ τούτου πρόξενος αὐτῇ τῆς λύπης γίνεσθαι. ὁ δὲ νοῦς· σὺ παρὰ κλῇθρα ἵστασο· σοὶ γὰρ μέλει ἡ ἐκ τῶν οἴκων πεμπομένη βοή. ἐπειδὴ γὰρ καὶ σόν ἐστι τὸ πάθος, σοὶ ἐν φροντίδι ἔσται ἡ πεμπομένη φήμη ἐκ τῶν οἴκων. A. B. I.