Ancient Greek
589 to 599
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 589-599
Not analysed yet
589. προμνήστριαν: ἑρμηνεύτριαν, μαυλίστριαν, προξενήτριαν. 592. τί σοι μητίσομαι: γρ. καὶ μήσομαι. A. βουλεύσομαι, μηχανήσομαι. κομματικὴ δὲ ἡ διάνοια ὡς ἐν σχετλιάζοντι προσώπῳ λεγομένη. A. B. 593. τὸ ἑξῆς, διὰ δʼ ὄλλυσαι πρόδοτος ἐκ φίλων. B. ἀλλεπάλληλον τοῦτο τὸ σχῆμά ἐστιν. B. 597. φίλως μὲν, καλῶς δ᾿ οὔ: προσφιλῶς μὲν ἐμοὶ πρᾶξαι βουλομένη, καὶ παντὶ τρόπῳ τοῦτο σκοποῦσα, οὐ μέντοι καλῶς, ἐπεὶ οὐκ ἐστοχάσατο τοῦ μέλλοντος τὸ τέλος. μετ᾿ εὐνοίας μὲν, φησὶ, καὶ οὐκ ἐξ ἐπιβουλῆς, ἀσκόπως δὲ καὶ ἀστόχως. καὶ ἔστιν ὁμοία τῇ παροιμίᾳ, εὔνοια ἄκαιρος οὐδὲν διαλλάσσει ἔχθρας. 599. οὐκ οἶδα πλὴν ἕν: τὸ ἑξῆς, οὐκ οἶδα τῶν νῦν παρόντων πημάτων ἄκος, πλὴν ἓν μόνον, τὸ κατθανεῖν ὅσον τάχος. οὐκ οἶδα, φησὶ, τί πρακτέον μοι ἐν τοῖς νῦν κακοῖς, πλὴν ἕν μοι ἴαμα, τὸ ἀποθανεῖν διὰ τάχους.