Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 601
Not analysed yet
601. ὦ γαῖα μῆτερ: ὡς φιλόσοφος τὸν ἥλιον καὶ τὴν γῆν ἐπικαλεῖται, προσμαρτυροῦντας χάριν τῶν εἰρημένων. ἤδη δὲ προτραγῳδήσας ἱκανῶς ἐπὶ τὴν ὀργὴν Ἱππολύτου καὶ τὴν ἱκεσίαν τῆς γραὸς ἐπεξέρχεται, πρότερον ἀρξάμενος ἀπὸ τοῦ τραγικοῦ, δηλαδὴ τῆς ὀργῆς Ἱππολύτου, τὴν ἐξ ἀρχῆς ἀδολεσχίαν τῆς γραὸς καὶ τὸν ὅρκον ἀποκρυψάμενος. ὡς φιλόσοφος δὲ γῆν καὶ ἥλιον ἐπιβοᾷ, ἐπεὶ ἀρχὴ πάντων εἰσὶ, γῆ μὲν πάντων μήτηρ κατὰ Ἡσίοδον, ἥλιος δ᾿ ,ἐπεὶ πάντ᾿ ἐφορᾷ καὶ πάντ᾿ ἐπακούει. Ἀναξαγόρας οὖν τὸν ἤλιον μύδρον ἔφησε, καὶ ἐξ αὐτοῦ πάντα γίνεσθαι. ᾧ ἀκολουθήσας ὁ Εὐριπιδης χρυσέαν βῶλον αὐτὸν εἴρηκεν. ἡλίου δὲ ἀναπτυχαὶ αἱ ἀκτῖνες, καθὸ τὸ σκότος ἀναπτύσσουσι, καὶ ἡμῖν τὰ πάντα δηλοῦσι διὰ τοῦ φωτός.