Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟΝ ΙΠΠΟΛΥΤΟΝ.
Scholia In Euripidem, Scholia in Euripidis Hippolytum 625
Not analysed yet
625. νῦν δ᾿ ἐς δόμους: ἕδνα παρέχοντες δαπάνην ἀγοράζομεν. ἕδνα ὑπὲρ τῆς μνηστείας καὶ πρὸ τῆς πείρας τοῦ κακοῦ κατατιθέμεθα, ὥσπερ αὐθαίρετον τὸ κακὸν ἐπισπώμενοι. δύναται δὲ τὸ πρῶτον καὶ ὡς ἐν τάξει διηγήσεως λαμβάνεσθαι, πρῶτον μὲν τὴν οὐσίαν ὑπὲρ κακοῦ δίδομεν, καὶ τὰ ἑξῆς. προκατασκευάσας οὖν λογισμὸν οἰκειότατον τῷ προσώπῳ λοιπὸν κατατρέχει καὶ ἐπὶ τὴν διαβολὴν τῆς γυναικείας φύσεως. ἔδει γὰρ πρῶτον λογισμῷ τινι ἀναιρῆσαι τὸ εἶναι αὐτὰς, εἶθ᾿ οὕτως ἄρξασθαι τῶν διαβολῶν. τὸ δὲ ἑξῆς ἄριστα ὡς ἐκ συγκρίσεως ἐπιφέρεται. A. B. I. ἄξεσθαι: ἀγαγεῖν. A.